Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.68 Dem. 22.71 (English) >>Dem. 22.74

22.70τὰ μὲν οὖν πόλλʼ ὧν λέγων ὑμᾶς ἐφενάκιζεν παραλείψω· φήσας δʼ ἀπορρεῖν τὰ φύλλα τῶν στεφάνων καὶ σαπροὺς εἶναι διὰ τὸν χρόνον, ὥσπερ ἴων ῥόδων ὄντας, ἀλλʼ οὐ χρυσίου, συγχωνεύειν ἔπεισεν. κᾆτʼ ἐπὶ μὲν ταῖς εἰσφοραῖς τὸν δημόσιον παρεῖναι προέγραψεν ὡς δὴ δίκαιος ὤν, ὧν ἕκαστος ἀντιγραφεὺς ἔμελλεν ἔσεσθαι τῶν εἰσενεγκόντων· ἐπὶ τοῖς στεφάνοις δʼ οὓς κατέκοπτεν οὐχὶ προσήγαγεν ταὐτὸ δίκαιον τοῦτο, ἀλλʼ αὑτὸς ῥήτωρ, χρυσοχόος, ταμίας, ἀντιγραφεὺς γέγονεν. 22.71καὶ μὴν εἰ μὲν ἅπαντʼ ἠξίους, ὅσα πράττεις τῇ πόλει, σαυτῷ πιστεύειν, οὐκ ἂν ὁμοίως κλέπτης ὢν ἐφωρῶ· νῦν δʼ ἐπὶ ταῖς εἰσφοραῖς δίκαιόν ἐσθʼ ὁρίσας, μὴ σοὶ πιστεύειν, ἀλλὰ τοῖς ἑαυτῆς δούλοις τὴν πόλιν, ὁπότʼ ἄλλο τι πράττων καὶ χρήματα κινῶν ἱερά, ὧν ἔνιʼ οὐδʼ ἐπὶ τῆς ἡμετέρας γενεᾶς ἀνετέθη, μὴ προσγραψάμενος τὴν αὐτὴν φυλακὴν ἥνπερ περὶ τῶν εἰσφορῶν φαίνει, οὐκ εὔδηλον διʼ τοῦτʼ ἐποίησας; ἐγὼ μὲν οἶμαι. 22.72καὶ μήν, ἄνδρες Ἀθηναῖοι, καὶ κατὰ παντὸς τοῦ χρόνου σκέψασθʼ ὡς καλὰ καὶ ζηλώτʼ ἐπιγράμματα τῆς πόλεως ἀνελὼν ὡς ἀσεβῆ καὶ δείνʼ ἀντεπιγέγραφεν. οἶμαι γὰρ ὑμᾶς ἅπαντας ὁρᾶν ὑπὸ τῶν στεφάνων ταῖς χοινικίσιν κάτωθεν γεγραμμέναοἱ σύμμαχοι τὸν δῆμον ἀνδραγαθίας εἵνεκα καὶ δικαιοσύνης,” οἱ σύμμαχοι ἀριστεῖον τῇ Ἀθηναίᾳ,” κατὰ πόλειςοἱ δεῖνες τὸν δῆμον, σωθέντες ὑπὸ τοῦ δήμου,” οἷονΕὐβοεῖς ἐλευθερωθέντες ἐστεφάνωσαν τὸν δῆμον,” πάλινΚόνων ἀπὸ τῆς ναυμαχίας τῆς πρὸς Λακεδαιμονίους·” τοιαῦτα γὰρ ἦν τὰ τῶν στεφάνων ἐπιγράμματα.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.68 Dem. 22.71 (English) >>Dem. 22.74

Powered by PhiloLogic